Septante (AT)
Siracide 20:14
14δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ ἑνὸς πολλοί
Contexte de Siracide 20:14
12ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον. 13ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ ἑνὸς πολλοί 15ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνθρωπος ὁ τοιοῦτος. 16μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου·
Lire Siracide 20 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org