Septante (AT)
Siracide 18:25
25μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
Contexte de Siracide 18:25
23πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον. 24μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου. 27Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας.
Lire Siracide 18 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org