Septante (AT)

Siracide 18:16

16οὐχὶ καύσωνα ἀναπαύσει δρόσος ; οὕτως κρείσσων λόγος ἢ δόσις.

Contexte de Siracide 18:16

14τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. οὐχὶ καύσωνα ἀναπαύσει δρόσος ; οὕτως κρείσσων λόγος ἢ δόσις. 17οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν ; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. 18μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.

Lire Siracide 18 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org