Septante (AT)
Siracide 18:13
13ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
Contexte de Siracide 18:13
11διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ αὐτοῖς καὶ ἐξέχεεν ἐπ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. 12εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ. ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
Lire Siracide 18 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org