Septante (AT)
Siracide 16:3
3μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ.
Contexte de Siracide 16:3
1Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· 2ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπ αὐτοῖς, εἰ μή ἐστιν φόβος κυρίου μετ αὐτῶν. μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ. 4ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. 5Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου.
Lire Siracide 16 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org