Septante (AT)

Siracide 13:5

5ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.

Contexte de Siracide 13:5

3πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται. 4ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε. ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. 6χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου ; 7καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπ ἐσχάτων καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.

Lire Siracide 13 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org