Septante (AT)
Siracide 13:23
23πλούσιος ἐλάλησεν, καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος ; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
Contexte de Siracide 13:23
21πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων. 22πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες· ἐλάλησεν ἀπόρρητα, καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλεν, καὶ προσεπετίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. πλούσιος ἐλάλησεν, καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος ; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. 24ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. 25Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
Lire Siracide 13 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org