Septante (AT)
Siracide 12:14
14οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
Contexte de Siracide 12:14
12μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. 13τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις ; οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. 15ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. 16καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ αἵματος.
Lire Siracide 12 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org