Septante (AT)
Psaumes de Salomon 7:3
3σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς καὶ μὴ δῷς ἔθνεσιν.
Contexte de Psaumes de Salomon 7:3
1(a) Τῷ Σαλωμων· ἐπιστροφῆς. Μὴ ἀποσκηνώσῃς ἀφ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν. 2ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου. σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς καὶ μὴ δῷς ἔθνεσιν. 4ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· 5ὅτι σὺ ἐλεήμων καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς.
Lire Psaumes de Salomon 7 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org