Septante (AT)
Psaumes de Salomon 5:2
2ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων, ἡ καταφυγὴ τοῦ πτωχοῦ· ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ ἐμοῦ.
Contexte de Psaumes de Salomon 5:2
1(a) Ψαλμὸς τῷ Σαλωμων. Κύριε ὁ θεός, αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει, ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια· ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων, ἡ καταφυγὴ τοῦ πτωχοῦ· ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ ἐμοῦ. 3οὐ γὰρ λήψεταί [τις] σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ· καὶ τίς λήψεται ἀπὸ πάντων, ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς ; 4ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ· οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, ὁ θεός.
Lire Psaumes de Salomon 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org