Septante (AT)

Psaumes de Salomon 4:10

10οἱ λόγοι αὐτοῦ παραλογισμοὶ εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκου, οὐκ ἀπέστη, ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρφανίᾳ·

Contexte de Psaumes de Salomon 4:10

8καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου, ἀνθρωπάρεσκον λαλοῦντα νόμον μετὰ δόλου. 9καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπ οἶκον ἀνδρὸς ἐν εὐσταθείᾳ ὡς ὄφις διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων. οἱ λόγοι αὐτοῦ παραλογισμοὶ εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκου, οὐκ ἀπέστη, ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρφανίᾳ· 11καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου, παρελογίσατο ἐν λόγοις, ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίνων· 12ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλεθρεῦσαι ἐν λόγοις ἀναπτερώσεως.

Lire Psaumes de Salomon 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org