Septante (AT)
Psaumes de Salomon 3:3
3δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου, ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου.
Contexte de Psaumes de Salomon 3:3
1(a) Ψαλμὸς τῷ Σαλωμων· περὶ δικαίων. Ἵνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον ; ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ. 2ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ, ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας. δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου, ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου. 4οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου, ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου. 5Προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον, ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός, ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ.
Lire Psaumes de Salomon 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org