Septante (AT)
Psaumes de Salomon 2:20
20περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας, σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου.
Contexte de Psaumes de Salomon 2:20
18ὁ θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον. 19Ὠνείδισαν γὰρ ἔθνη Ιερουσαλημ ἐν καταπατήσει, κατεσπάσθη τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης. περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας, σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου. 21περιείλατο μίτραν δόξης, ἣν περιέθηκεν αὐτῇ ὁ θεός· ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς, ἀπερρίφη ἐπὶ τὴν γῆν. 22Καὶ ἐγὼ εἶδον καὶ ἐδεήθην τοῦ προσώπου κυρίου καὶ εἶπον Ἱκάνωσον, κύριε, τοῦ βαρύνεσθαι χεῖρά σου ἐπὶ Ιερουσαλημ ἐν ἐπαγωγῇ ἐθνῶν·
Lire Psaumes de Salomon 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org