Septante (AT)
Psaumes de Salomon 2:11
11Ἔστησαν τοὺς υἱοὺς Ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ· πᾶς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου.
Contexte de Psaumes de Salomon 2:11
9καὶ ὁ οὐρανὸς ἐβαρυθύμησεν, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς, ὅτι οὐκ ἐποίησε πᾶς ἄνθρωπος ἐπ αὐτῆς ὅσα ἐποίησαν. 10καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός. Ἔστησαν τοὺς υἱοὺς Ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ· πᾶς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου. 12ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν. 13καὶ θυγατέρες Ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου, ἀνθ ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμείξεως.
Lire Psaumes de Salomon 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org