Septante (AT)
Psaumes de Salomon 17:16
16ἐφύγοσαν ἀπ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων, ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν.
Contexte de Psaumes de Salomon 17:16
14καὶ πάντα, ὅσα ἐποίησεν ἐν Ιερουσαλημ, καθὼς καὶ τὰ ἔθνη ἐν ταῖς πόλεσι τοῦ σθένους αὐτῶν. 15Καὶ ἐπεκρατοῦσαν αὐτῶν οἱ υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν συμμίκτων, οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν ἐν Ιερουσαλημ ἔλεος καὶ ἀλήθειαν. ἐφύγοσαν ἀπ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων, ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν. 17ἐπλανῶντο ἐν ἐρήμοις σωθῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ, καὶ τίμιον ἐν ὀφθαλμοῖς παροικίας ψυχὴ σεσῳσμένη ἐξ αὐτῶν. 18εἰς πᾶσαν τὴν γῆν ἐγενήθη ὁ σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων, ὅτι ἀνέσχεν ὁ οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν.
Lire Psaumes de Salomon 17 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org