Septante (AT)

Psaumes de Salomon 15:9

9ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται, τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν.

Contexte de Psaumes de Salomon 15:9

7Λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν, φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων· 8καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται, καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου· ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται, τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν. 10καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος, καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω. 11ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν, αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν·

Lire Psaumes de Salomon 15 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org