Septante (AT)

Psaumes de Salomon 12:1

1(a) Τῷ Σαλωμων· ἐν γλώσσῃ παρανόμων. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια.

Contexte de Psaumes de Salomon 12:1

(a) Τῷ Σαλωμων· ἐν γλώσσῃ παρανόμων. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια. 2ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ. 3ἡ παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψευδεῖ, ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους, συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις.

Lire Psaumes de Salomon 12 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org