Septante (AT)

Judith 8:14

14ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε· καὶ πῶς τὸν θεόν, ὃς ἐποίησεν πάντα ταῦτα, ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε ; μηδαμῶς, ἀδελφοί, μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν.

Contexte de Judith 8:14

12καὶ νῦν τίνες ἐστὲ ὑμεῖς, οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων ; 13καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος. ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε· καὶ πῶς τὸν θεόν, ὃς ἐποίησεν πάντα ταῦτα, ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε ; μηδαμῶς, ἀδελφοί, μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν. 15ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν. 16ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι.

Lire Judith 8 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org