Septante (AT)
Judith 7:4
4οἱ δὲ υἱοὶ Ισραηλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
Contexte de Judith 7:4
2καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα. 3καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαιμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος, ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων. οἱ δὲ υἱοὶ Ισραηλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν. 5καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην. 6τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ, οἳ ἦσαν ἐν Βαιτυλουα,
Lire Judith 7 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org