Septante (AT)
Judith 7:16
16καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν.
Contexte de Judith 7:16
14καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν. 15καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ. καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν. 17καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ. 18καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαιμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ, ἥ ἐστιν πλησίον Χους, ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ. καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
Lire Judith 7 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org