Septante (AT)

Judith 7:13

13διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.

Contexte de Judith 7:13

11καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς. 12ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους, διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα. 14καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν. 15καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.

Lire Judith 7 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org