Septante (AT)

Judith 6:14

14καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,

Contexte de Judith 6:14

12καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίθοις ἐπ αὐτούς. 13καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν. καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν, 15οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Οζιας ὁ τοῦ Μιχα ἐκ τῆς φυλῆς Συμεων καὶ Χαβρις ὁ τοῦ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ. 16καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός.

Lire Judith 6 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org