Septante (AT)

Judith 6:11

11καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλουα.

Contexte de Judith 6:11

9καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ συλλημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου. 10καὶ προσέταξεν Ολοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Αχιωρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ισραηλ. καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλουα. 12καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίθοις ἐπ αὐτούς. 13καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.

Lire Judith 6 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org