Septante (AT)
Judith 4:6
6καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ, τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ, ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαιμ,
Contexte de Judith 4:6
4καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ 5καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα. καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ, τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ, ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαιμ, 7λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ ἄνδρας τοὺς πάντας δύο. 8καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ, οἳ ἐκάθηντο ἐν Ιερουσαλημ.
Lire Judith 4 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org