Septante (AT)
Judith 4:12
12καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν.
Contexte de Judith 4:12
10αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν. 11καὶ πᾶς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον κυρίου· καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν. 13καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν θλῖψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος. 14καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερεῖς καὶ οἱ λειτουργοῦντες κυρίῳ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,
Lire Judith 4 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org