Septante (AT)

Judith 4:1

1Καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν,

Contexte de Judith 4:1

Καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν, 2καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν. 3ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ιουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.

Lire Judith 4 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org