Septante (AT)
Judith 2:23
23καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων.
Contexte de Judith 2:23
21καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ ἀριστερᾷ τῆς ἄνω Κιλικίας. 22καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν. καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων. 24καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν. 25καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.
Lire Judith 2 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org