Septante (AT)
Judith 16:3
3ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς·
Contexte de Judith 16:3
1καὶ εἶπεν Ιουδιθ Ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον, ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, 2ὅτι θεὸς συντρίβων πολέμους κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με. ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς· 4εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι. 5κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας.
Lire Judith 16 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org