Septante (AT)
Judith 16:14
14σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησεν· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.
Contexte de Judith 16:14
12υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου. 13ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν Κύριε, μέγας εἶ καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύι, ἀνυπέρβλητος. σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησεν· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου. 15ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται, πέτραι δ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται· ἔτι δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύσεις αὐτοῖς. 16ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός.
Lire Judith 16 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org