Septante (AT)
Judith 15:3
3καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ Ισραηλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ αὐτούς.
Contexte de Judith 15:3
1καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, 2καὶ ἐπέπεσεν ἐπ αὐτοὺς τρόμος καὶ φόβος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς· καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ Ισραηλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ αὐτούς. 4καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πᾶν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. 5ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.
Lire Judith 15 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org