Septante (AT)
Judith 14:10
10ἰδὼν δὲ Αχιωρ πάντα, ὅσα ἐποίησεν ὁ θεὸς τοῦ Ισραηλ, ἐπίστευσεν τῷ θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη εἰς τὸν οἶκον Ισραηλ ἕως τῆς ἡμέρας ταύτης.
Contexte de Judith 14:10
8καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα ἀφ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. 9ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν. ἰδὼν δὲ Αχιωρ πάντα, ὅσα ἐποίησεν ὁ θεὸς τοῦ Ισραηλ, ἐπίστευσεν τῷ θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη εἰς τὸν οἶκον Ισραηλ ἕως τῆς ἡμέρας ταύτης. 11Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους. 12οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν.
Lire Judith 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org