Septante (AT)

Judith 13:8

8καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ ἀπ αὐτοῦ.

Contexte de Judith 13:8

6καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου, καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ αὐτοῦ 7καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπεν Κραταίωσόν με, κύριε ὁ θεὸς Ισραηλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ ἀπ αὐτοῦ. 9καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων· καὶ μετ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ολοφέρνου, 10καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.

Lire Judith 13 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org