Septante (AT)

Judith 13:4

4καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ·

Contexte de Judith 13:4

2ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος. 3καὶ εἶπεν Ιουδιθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα. καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ· 5ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦσμα ἐχθρῶν, οἳ ἐπανέστησαν ἡμῖν. 6καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου, καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ αὐτοῦ

Lire Judith 13 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org