Septante (AT)

Judith 12:8

8καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ·

Contexte de Judith 12:8

6καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν· 7καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ· 9καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. 10Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.

Lire Judith 12 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org