Septante (AT)

Judith 12:17

17καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ ἡμῶν εἰς εὐφροσύνην.

Contexte de Judith 12:17

15καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ αὐτῶν. 16καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ, καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ ἧς ἡμέρας εἶδεν αὐτήν. καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ ἡμῶν εἰς εὐφροσύνην. 18καὶ εἶπεν Ιουδιθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. 19καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.

Lire Judith 12 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org