Septante (AT)
Judith 11:4
4οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσορ.
Contexte de Judith 11:4
2καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ αὐτούς· ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα. 3καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν· οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσορ. 5καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ Δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ. 6καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.
Lire Judith 11 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org