Septante (AT)
Judith 11:1
1Καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικεν δουλεύειν βασιλεῖ Ναβουχοδονοσορ πάσης τῆς γῆς.
Contexte de Judith 11:1
Καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικεν δουλεύειν βασιλεῖ Ναβουχοδονοσορ πάσης τῆς γῆς. 2καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ αὐτούς· ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα. 3καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
Lire Judith 11 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org