Septante (AT)

Judith 10:7

7ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ

Contexte de Judith 10:7

5καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ. 6καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστῶτα ἐπ αὐτῇ Οζιαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβριν καὶ Χαρμιν· ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ 8Ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ. 9καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς Ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν.

Lire Judith 10 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org