Septante (AT)
Judith 10:19
19καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν,
Contexte de Judith 10:19
17καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου. 18καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ, διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτήν, ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς. καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν, 20καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ολοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν. 21καὶ ἦν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων.
Lire Judith 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org