Septante (AT)
Judith 10:12
12καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν Τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ ; καὶ εἶπεν Θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα·
Contexte de Judith 10:12
10καὶ ἐποίησαν οὕτως. καὶ ἐξῆλθεν Ιουδιθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν. 11καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων. καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν Τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ ; καὶ εἶπεν Θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα· 13κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς. 14ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆσ – καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα – καὶ εἶπαν πρὸς αὐτήν
Lire Judith 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org