Septante (AT)
Judith 1:9
9καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνας καὶ Ραμεσση καὶ πᾶσαν γῆν Γεσεμ
Contexte de Judith 1:9
7καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον τῆς παραλίας 8καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλααδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Εσδρηλων καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνας καὶ Ραμεσση καὶ πᾶσαν γῆν Γεσεμ 10ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας. 11καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν.
Lire Judith 1 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org