Septante (AT)
Daniel 14:39
39καὶ ἀναστὰς Δανιηλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.
Contexte de Daniel 14:39
37καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέν σοι ὁ θεός. 38καὶ εἶπεν Δανιηλ Ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε. καὶ ἀναστὰς Δανιηλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ. 40ὁ δὲ βασιλεὺς ἦλθεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιηλ· καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν, καὶ ἰδοὺ Δανιηλ καθήμενος. 41καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν Μέγας εἶ, κύριε ὁ θεὸς τοῦ Δανιηλ, καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος.
Lire Daniel 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org