Septante (AT)

Daniel 14:35

35καὶ εἶπεν Αμβακουμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω.

Contexte de Daniel 14:35

33καὶ ἦν Αμβακουμ ὁ προφήτης ἐν τῇ Ιουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. 34καὶ εἶπεν ἄγγελος κυρίου τῷ Αμβακουμ Ἀπένεγκε τὸ ἄριστον, ὃ ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων. καὶ εἶπεν Αμβακουμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω. 36καὶ ἐπελάβετο ὁ ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. 37καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέν σοι ὁ θεός.

Lire Daniel 14 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org