Septante (AT)

Daniel 14:27

27καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἴδετε τὰ σεβάσματα ὑμῶν.

Contexte de Daniel 14:27

25καὶ εἶπεν Δανιηλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστιν θεὸς ζῶν· σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου. 26καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι. καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἴδετε τὰ σεβάσματα ὑμῶν. 28καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ιουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερεῖς κατέσφαξεν. 29καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα Παράδος ἡμῖν τὸν Δανιηλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.

Lire Daniel 14 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org