Septante (AT)

Daniel 14:12

12αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά.

Contexte de Daniel 14:12

10καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἶκον τοῦ Βηλ. 11καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ Ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου· καὶ ἐλθὼν πρωὶ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ, ἀποθανούμεθα ἢ Δανιηλ ὁ ψευδόμενος καθ ἡμῶν. αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά. 13καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βηλ. 14καὶ ἐπέταξεν Δανιηλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον.

Lire Daniel 14 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org