Septante (AT)

Daniel 13:56

56καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου·

Contexte de Daniel 13:56

54νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν Ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ; ὁ δὲ εἶπεν Ὑπὸ σχῖνον. 55εἶπεν δὲ Δανιηλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον. καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου· 57οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν· 58νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ; ὁ δὲ εἶπεν Ὑπὸ πρῖνον.

Lire Daniel 13 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org