Septante (AT)
Daniel 13:53
53κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
Contexte de Daniel 13:53
51καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ Διαχωρίσατε αὐτοὺς ἀπ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς. 52ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς· 54νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν Ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ; ὁ δὲ εἶπεν Ὑπὸ σχῖνον. 55εἶπεν δὲ Δανιηλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον.
Lire Daniel 13 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org