Septante (AT)

Daniel 13:3

3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.

Contexte de Daniel 13:3

1Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ιωακιμ. 2καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. 4καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. 5καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι Ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν.

Lire Daniel 13 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org