Septante (AT)

Baruch 6:62

62ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.

Contexte de Baruch 6:62

60ὡσαύτως καὶ ἀστραπή, ὅταν ἐπιφανῇ, εὔοπτός ἐστιν· τὸ δ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ· 61καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι ἐφ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν· τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν. ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν. 63ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνθρώποις. 64γνόντες οὖν ὅτι οὔκ εἰσιν θεοί, μὴ φοβηθῆτε αὐτούς.

Lire Baruch 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org