Septante (AT)
Baruch 6:59
59ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν·
Contexte de Baruch 6:59
57Οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι, ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν· 58ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ χρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν· 60ὡσαύτως καὶ ἀστραπή, ὅταν ἐπιφανῇ, εὔοπτός ἐστιν· τὸ δ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ· 61καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι ἐφ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν· τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν.
Lire Baruch 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org